Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.88 Dem. 23.90 (English) >>Dem. 23.93

23.89ὁρᾶθʼ ὅτι πάντες, ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον γεγράφασιν. “ἔστωφησὶνὑπὲρ αὐτοῦ αὐτὴ τιμωρία καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ,” κυρίους μὲν ἐῶντες τοὺς περὶ τούτων ὑπάρχοντας ὑμῖν νόμους, σεμνοὺς δʼ ἀποφαίνοντες, οἵ γʼ ἐν δωρειᾶς ἐποιήσαντο τάξει τὸ τούτων μεταδοῦναι. ἀλλʼ οὐκ Ἀριστοκράτης, ἀλλὰ προπηλακίζει μὲν καθʼ ὅσον δύναται τούτους (ὡς γοῦν οὐδενὸς ἀξίων ἴδιόν τι γράφειν ἐπεχείρησεν), μικρὰν δʼ ἀποφαίνει κἀκείνην τὴν δωρειὰν τὴν πολιτείαν δεδώκατε τῷ Χαριδήμῳ. ὃς γάρ, ὡς ἀγαπώντων τοῦθʼ ὑμῶν καὶ προσοφειλόντων χάριν αὐτῷ, γέγραφεν καὶ πρὸς φυλάττειν ὑμᾶς ἐκεῖνον, ὅπως ἀδεῶς τι ἂν βούληται ποιῇ, πῶς οὐ τοῦθʼ λέγω διαπράττεται;

23.90οὐκ ἀγνοῶ τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὡς μὲν οὐ παρὰ τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμα Ἀριστοκράτης οὐχ ἕξει δεῖξαι, δὲ δεινότατον πάντων ἐστίν, τὸ μηδεμίαν κρίσιν ἐν παντὶ ποιῆσαι τῷ ψηφίσματι τοιαύτης αἰτίας, τοῦθʼ ὑφαιρεῖσθαι πειράσεται. ἐγὼ δὲ περὶ αὐτοῦ τούτου πολλὰ μὲν λέγειν οὐκ οἶμαι δεῖν, ἐκ δὲ τοῦ ψηφίσματος αὐτοῦ δείξω σαφῶς οὐδʼ αὐτὸν τοῦτον ἡγούμενον εἶναι κρίσιν οὐδεμίαν τῷ τὴν αἰτίαν ἔχοντι. 23.91γέγραφεν γὰρἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω, ἐὰν δέ τις ἀφέληται πόλις ἰδιώτης, ἔκσπονδος ἔστω,” οὐκἐὰν μὴ παράσχῃ εἰς κρίσιν τὸν ἀφαιρεθέντα,” ἀλλʼ ὅλως εὐθύς. καίτοι εἴ γʼ ἐδίδου κρίσιν καὶ μὴ ἀφῃρεῖτο, τότʼ ἂν προσέγραψεν κατὰ τῶν ἀφελομένων τὴν τιμωρίαν, ὁπότʼ εἰς τὴν κρίσιν μὴ παρέσχον ὃν ἐξείλοντο.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.88 Dem. 23.90 (English) >>Dem. 23.93

Powered by PhiloLogic